Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
ἀνδρὶ πάρα κρατερῷ , τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
ἐσθέμεναι προσφῦσα : τότ᾽ ἄντιτα ἔργα γένοιτο
παιδὸς ἐμοῦ , ἐπεὶ οὔ κακιζόμενόν γε κατέκτα,
215
ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
ἑσταότ᾽ οὔτε φόβου μεμνημένον οὔτ᾽ ἀλεωρῆς.
τὴν δ᾽ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής:
μή μ᾽ ἐθέλοντ᾽ ἰέναι κατερύκανε , μὴ δέ μοι αὐτὴ
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ : οὐδέ με πείσεις.
220
εἰ μὲν γάρ τίς μ᾽ ἄλλος ἐπιχθονίων ἐκέλευεν,
οἳ μάντιές εἰσι θυοσκόοι ἱερῆες,
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον:
νῦν δ᾽ , αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται . εἰ δέ μοι αἶσα
225
τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
βούλομαι : αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
ἀγκὰς ἑλόντ᾽ ἐμὸν υἱόν , ἐπὴν γόου ἐξ ἔρον εἵην.
καὶ φωριαμῶν ἐπιθήματα κάλ᾽ ἀνέῳγεν:
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
230
δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας , τόσσους δὲ τάπητας,
τόσσα δὲ φάρεα λευκά , τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας.
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
ἐκ δὲ δύ᾽ αἴθωνας τρίποδας , πίσυρας δὲ λέβητας,
ἐκ δὲ δέπας περικαλλές , οἱ Θρῇκες πόρον ἄνδρες
235
ἐξεσίην ἐλθόντι μέγα κτέρας : οὐδέ νυ τοῦ περ
φείσατ᾽ ἐνὶ μεγάροις γέρων , περὶ δ᾽ ἤθελε θυμῷ
λύσασθαι φίλον υἱόν . δὲ Τρῶας μὲν ἅπαντας
αἰθούσης ἀπέεργεν ἔπεσσ᾽ αἰσχροῖσιν ἐνίσσων:
ἔρρετε λωβητῆρες ἐλεγχέες : οὔ νυ καὶ ὑμῖν
240
οἴκοι ἔνεστι γόος , ὅτι μ᾽ ἤλθετε κηδήσοντες;