Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
πέζῃ ἔπι πρώτῃ , ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
τρὶς δ᾽ ἑκάτερθεν ἔδησαν ἐπ᾽ ὀμφαλόν , αὐτὰρ ἔπειτα
ἑξείης κατέδησαν , ὑπὸ γλωχῖνα δ᾽ ἔκαμψαν.
275
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ᾽ ἀπήνης
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα,
ζεῦξαν δ᾽ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν , οὓς γεραιὸς
280
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες:
ἀγχίμολον δέ σφ᾽ ἦλθ᾽ Ἑκάβη τετιηότι θυμῷ
οἶνον ἔχουσ᾽ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
285
χρυσέῳ ἐν δέπαϊ , ὄφρα λείψαντε κιοίτην:
στῆ δ᾽ ἵππων προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
τῆ σπεῖσον Διὶ πατρί , καὶ εὔχεο οἴκαδ᾽ ἱκέσθαι
ἂψ ἐκ δυσμενέων ἀνδρῶν , ἐπεὶ ἂρ σέ γε θυμὸς
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
290
ἀλλ᾽ εὔχεο σύ γ᾽ ἔπειτα κελαινεφέϊ Κρονίωνι
Ἰδαίῳ , ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
αἴτει δ᾽ οἰωνὸν ταχὺν ἄγγελον , ὅς τέ οἱ αὐτῷ
φίλτατος οἰωνῶν , καί εὑ κράτος ἐστὶ μέγιστον,
δεξιόν , ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
295
τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
οὐκ ἂν ἔγωγέ σ᾽ ἔπειτα ἐποτρύνουσα κελοίμην
νῆας ἐπ᾽ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής:
300
γύναι οὐ μέν τοι τόδ᾽ ἐφιεμένῃ ἀπιθήσω.