Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
πέρνασχ᾽ ὅν τιν᾽ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς Σάμον ἔς τ᾽ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν:
σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
755
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ᾽ ἑτάροιο
Πατρόκλου , τὸν ἔπεφνες : ἀνέστησεν δέ μιν οὐδ᾽ ὧς.
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κεῖσαι , τῷ ἴκελος ὅν τ᾽ ἀργυρότοξος Ἀπόλλων
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
760
ὣς ἔφατο κλαίουσα , γόον δ᾽ ἀλίαστον ὄρινε.
τῇσι δ᾽ ἔπειθ᾽ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο:
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
ὅς μ᾽ ἄγαγε Τροίηνδ᾽ : ὡς πρὶν ὤφελλον ὀλέσθαι.
765
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης:
ἀλλ᾽ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾽ ἀσύφηλον:
ἀλλ᾽ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων γαλόων εἰνατέρων εὐπέπλων,
770
ἑκυρή , ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
σῇ τ᾽ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
τὼ σέ θ᾽ ἅμα κλαίω καὶ ἔμ᾽ ἄμμορον ἀχνυμένη κῆρ:
οὐ γάρ τίς μοι ἔτ᾽ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
775
ἤπιος οὐδὲ φίλος , πάντες δέ με πεφρίκασιν.
ὣς ἔφατο κλαίουσ᾽ , ἐπὶ δ᾽ ἔστενε δῆμος ἀπείρων.
λαοῖσιν δ᾽ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν:
ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ , μὴ δέ τι θυμῷ
δείσητ᾽ Ἀργείων πυκινὸν λόχον : γὰρ Ἀχιλλεὺς
780
πέμπων μ᾽ ὧδ᾽ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν