Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐσθλοί , τεττίγεσσιν ἐοικότες οἵ τε καθ᾽ ὕλην
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι:
τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ᾽ ἐπὶ πύργῳ.
οἳ δ᾽ ὡς οὖν εἴδονθ᾽ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
155
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον:
οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν:
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν:
ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ᾽ ἐν νηυσὶ νεέσθω,
160
μηδ᾽ ἡμῖν τεκέεσσί τ᾽ ὀπίσσω πῆμα λίποιτο.
ὣς ἄρ᾽ ἔφαν , Πρίαμος δ᾽ Ἑλένην ἐκαλέσσατο φωνῇ:
δεῦρο πάροιθ᾽ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε:
οὔ τί μοι αἰτίη ἐσσί , θεοί νύ μοι αἴτιοί εἰσιν
165
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν:
ὥς μοι καὶ τόνδ᾽ ἄνδρα πελώριον ἐξονομήνῃς
ὅς τις ὅδ᾽ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
καλὸν δ᾽ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
170
οὐδ᾽ οὕτω γεραρόν : βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.
τὸν δ᾽ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν:
αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε:
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
175
παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
ἀλλὰ τά γ᾽ οὐκ ἐγένοντο : τὸ καὶ κλαίουσα τέτηκα.
τοῦτο δέ τοι ἐρέω μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς:
οὗτός γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
ἀμφότερον βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής:
180
δαὴρ αὖτ᾽ ἐμὸς ἔσκε κυνώπιδος , εἴ ποτ᾽ ἔην γε.