Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν:
Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
τίφθ᾽ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
αἵ τ᾽ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
245
ἑστᾶσ᾽ , οὐδ᾽ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή:
ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
εἰρύατ᾽ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
ὄφρα ἴδητ᾽ αἴ κ᾽ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
250
ὣς γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν:
ἦλθε δ᾽ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
οἳ δ᾽ ἀμφ᾽ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο:
Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
Μηριόνης δ᾽ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
255
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
αὐτίκα δ᾽ Ἰδομενῆα προσηύδα μειλιχίοισιν:
Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
ἠμὲν ἐνὶ πτολέμῳ ἠδ᾽ ἀλλοίῳ ἐπὶ ἔργῳ
ἠδ᾽ ἐν δαίθ᾽ , ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
260
Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
εἴ περ γάρ τ᾽ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
δαιτρὸν πίνωσιν , σὸν δὲ πλεῖον δέπας αἰεὶ
ἕστηχ᾽ , ὥς περ ἐμοί , πιέειν ὅτε θυμὸς ἀνώγοι.
ἀλλ᾽ ὄρσευ πόλεμον δ᾽ οἷος πάρος εὔχεαι εἶναι.
265
τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
ἔσσομαι , ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα:
ἀλλ᾽ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
ὄφρα τάχιστα μαχώμεθ᾽ , ἐπεὶ σύν γ᾽ ὅρκι᾽ ἔχευαν
270
Τρῶες : τοῖσιν δ᾽ αὖ θάνατος καὶ κήδε᾽ ὀπίσσω