Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
μάρνασθ᾽ , ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
νῶϊ δὲ χαζώμεσθα , Διὸς δ᾽ ἀλεώμεθα μῆνιν;
35
ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα:
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ᾽ ἠϊόεντι Σκαμάνδρῳ,
Τρῶας δ᾽ ἔκλιναν Δαναοί : ἕλε δ᾽ ἄνδρα ἕκαστος
ἡγεμόνων : πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου:
40
πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσε,
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
Βώρου , ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
45
τὸν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον:
ἤριπε δ᾽ ἐξ ὀχέων , στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλε.
τὸν μὲν ἄρ᾽ Ἰδομενῆος ἐσύλευον θεράποντες:
υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
50
Ἀτρεΐδης Μενέλαος ἕλ᾽ ἔγχεϊ ὀξυόεντι
ἐσθλὸν θηρητῆρα : δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
βάλλειν ἄγρια πάντα , τά τε τρέφει οὔρεσιν ὕλη:
ἀλλ᾽ οὔ οἱ τότε γε χραῖσμ᾽ Ἄρτεμις ἰοχέαιρα,
οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο:
55
ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσεν,
ἤριπε δὲ πρηνής , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Μηριόνης δὲ Φέρεκλον ἐνήρατο , τέκτονος υἱὸν
60
Ἁρμονίδεω , ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα