Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀμφὶ δ᾽ ἄρ᾽ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων:
455
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
οὐκ ἂν δὴ τόνδ᾽ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
Τυδεΐδην , ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,
αὐτὰρ ἔπειτ᾽ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
460
ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν:
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν:
υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
465
ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
εἰς κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο:
ἀλλ᾽ ἄγετ᾽ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
470
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθ᾽ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον:
Ἕκτορ πῇ δή τοι μένος οἴχεται πρὶν ἔχεσκες;
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ᾽ ἐπικούρων
οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
475
τῶν νῦν οὔ τιν᾽ ἐγὼ ἰδέειν δύναμ᾽ οὐδὲ νοῆσαι,
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα:
ἡμεῖς δὲ μαχόμεσθ᾽ οἵ πέρ τ᾽ ἐπίκουροι ἔνειμεν.
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω:
τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
480
ἔνθ᾽ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,