Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔνθ᾽ αὖτ᾽ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
ἀφνειὸς βιότοιο , γένος δ᾽ ἦν ἐκ ποταμοῖο
545
Ἀλφειοῦ , ὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
ὃς τέκετ᾽ Ὀρτίλοχον πολέεσσ᾽ ἄνδρεσσιν ἄνακτα:
Ὀρτίλοχος δ᾽ ἄρ᾽ ἔτικτε Διοκλῆα μεγάθυμον,
ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
550
τὼ μὲν ἄρ᾽ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
Ἴλιον εἰς εὔπωλον ἅμ᾽ Ἀργείοισιν ἑπέσθην,
τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
ἀρνυμένω : τὼ δ᾽ αὖθι τέλος θανάτοιο κάλυψεν.
οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
555
ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης:
τὼ μὲν ἄρ᾽ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
σταθμοὺς ἀνθρώπων κεραΐζετον , ὄφρα καὶ αὐτὼ
ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ:
τοίω τὼ χείρεσσιν ὑπ᾽ Αἰνείαο δαμέντε
560
καππεσέτην , ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
τὼ δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
σείων ἐγχείην : τοῦ δ᾽ ὄτρυνεν μένος Ἄρης,
τὰ φρονέων ἵνα χερσὶν ὑπ᾽ Αἰνείαο δαμείη.
565
τὸν δ᾽ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
βῆ δὲ διὰ προμάχων : περὶ γὰρ δίε ποιμένι λαῶν
μή τι πάθοι , μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι:
570
Ἀντίλοχος δὲ μάλ᾽ ἄγχι παρίστατο ποιμένι λαῶν.