Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
ἀλλήλων ἰότητι , χάριν ἄνδρεσσι φέροντες.
875
σοὶ πάντες μαχόμεσθα : σὺ γὰρ τέκες ἄφρονα κούρην
οὐλομένην , τ᾽ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ
σοί τ᾽ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος:
ταύτην δ᾽ οὔτ᾽ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
880
ἀλλ᾽ ἀνιεῖς , ἐπεὶ αὐτὸς ἐγείναο παῖδ᾽ ἀΐδηλον:
νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
μαργαίνειν ἀνέηκεν ἐπ᾽ ἀθανάτοισι θεοῖσι.
Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,
αὐτὰρ ἔπειτ᾽ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος:
885
ἀλλά μ᾽ ὑπήνεικαν ταχέες πόδες : τέ κε δηρὸν
αὐτοῦ πήματ᾽ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
890
ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν:
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
Ἥρης : τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ᾽ ἐπέεσσι:
τώ σ᾽ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
895
ἀλλ᾽ οὐ μάν σ᾽ ἔτι δηρὸν ἀνέξομαι ἄλγε᾽ ἔχοντα:
ἐκ γὰρ ἐμεῦ γένος ἐσσί , ἐμοὶ δέ σε γείνατο μήτηρ:
εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ᾽ ἀΐδηλος
καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
ὣς φάτο , καὶ Παιήον᾽ ἀνώγειν ἰήσασθαι.
900
τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων