Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμετέρην γενεήν , πολλοὶ δέ μιν ἄνδρες ἴσασιν:
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
ἔνθα δὲ Σίσυφος ἔσκεν , κέρδιστος γένετ᾽ ἀνδρῶν,
Σίσυφος Αἰολίδης : δ᾽ ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν,
155
αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην:
τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
ὤπασαν : αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
ὅς ῥ᾽ ἐκ δήμου ἔλασσεν , ἐπεὶ πολὺ φέρτερος ἦεν,
Ἀργείων : Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
160
τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ᾽ Ἄντεια
κρυπταδίῃ φιλότητι μιγήμεναι : ἀλλὰ τὸν οὔ τι
πεῖθ᾽ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα:
τεθναίης Προῖτ᾽ , κάκτανε Βελλεροφόντην,
165
ὅς μ᾽ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
ὣς φάτο , τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε:
κτεῖναι μέν ῥ᾽ ἀλέεινε , σεβάσσατο γὰρ τό γε θυμῷ,
πέμπε δέ μιν Λυκίην δέ , πόρεν δ᾽ γε σήματα λυγρὰ
γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
170
δεῖξαι δ᾽ ἠνώγειν πενθερῷ ὄφρ᾽ ἀπόλοιτο.
αὐτὰρ βῆ Λυκίην δὲ θεῶν ὑπ᾽ ἀμύμονι πομπῇ.
ἀλλ᾽ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης:
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
175
ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
180
πεφνέμεν : δ᾽ ἄρ᾽ ἔην θεῖον γένος οὐδ᾽ ἀνθρώπων,