Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἳ δ᾽ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον:
δ᾽ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
εὐχομένη δ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο:
305
πότνι᾽ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
ἆξον δὴ ἔγχος Διομήδεος , ἠδὲ καὶ αὐτὸν
πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
ἤνις ἠκέστας ἱερεύσομεν , αἴ κ᾽ ἐλεήσῃς
310
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
ὣς ἔφατ᾽ εὐχομένη , ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
ὣς αἳ μέν ῥ᾽ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
Ἕκτωρ δὲ πρὸς δώματ᾽ Ἀλεξάνδροιο βεβήκει
καλά , τά ῥ᾽ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ᾽ ἄριστοι
315
ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
ἔνθ᾽ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος , ἐν δ᾽ ἄρα χειρὶ
ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ : πάροιθε δὲ λάμπετο δουρὸς
320
αἰχμὴ χαλκείη , περὶ δὲ χρύσεος θέε πόρκης.
τὸν δ᾽ εὗρ᾽ ἐν θαλάμῳ περικαλλέα τεύχε᾽ ἕποντα
ἀσπίδα καὶ θώρηκα , καὶ ἀγκύλα τόξ᾽ ἁφόωντα:
Ἀργείη δ᾽ Ἑλένη μετ᾽ ἄρα δμῳῇσι γυναιξὶν
ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
325
τὸν δ᾽ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι:
δαιμόνι᾽ οὐ μὲν καλὰ χόλον τόνδ᾽ ἔνθεο θυμῷ,
λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
μαρνάμενοι : σέο δ᾽ εἵνεκ᾽ ἀϋτή τε πτόλεμός τε
ἄστυ τόδ᾽ ἀμφιδέδηε : σὺ δ᾽ ἂν μαχέσαιο καὶ ἄλλῳ,
330
ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.