Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω:
ἀντικρὺ δ᾽ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω:
κτήματα δ᾽ ὅσσ᾽ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
πάντ᾽ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι.
365
ἤτοι γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο : τοῖσι δ᾽ ἀνέστη
Δαρδανίδης Πρίαμος , θεόφιν μήστωρ ἀτάλαντος,
σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε:
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
370
νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος:
ἠῶθεν δ᾽ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος ὄρωρε:
375
καὶ δὲ τόδ᾽ εἰπέμεναι πυκινὸν ἔπος , αἴ κ᾽ ἐθέλωσι
παύσασθαι πολέμοιο δυσηχέος , εἰς κε νεκροὺς
κήομεν : ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς κε δαίμων
ἄμμε διακρίνῃ , δώῃ δ᾽ ἑτέροισί γε νίκην.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο:
380
δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν:
ἠῶθεν δ᾽ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας:
τοὺς δ᾽ εὗρ᾽ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος : αὐτὰρ τοῖσι
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ:
385
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
εἰπεῖν , αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
μῦθον Ἀλεξάνδροιο , τοῦ εἵνεκα νεῖκος ὄρωρε:
κτήματα μὲν ὅσ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
390
ἠγάγετο Τροίηνδ᾽ : ὡς πρὶν ὤφελλ᾽ ἀπολέσθαι: