Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
εὖ νυ καὶ ἡμεῖς ἴδμεν τοι σθένος οὐκ ἐπιεικτόν:
ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
35
ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽ ὡς σὺ κελεύεις:
βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
τὴν δ᾽ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς:
θάρσει Τριτογένεια φίλον τέκος : οὔ νύ τι θυμῷ
40
πρόφρονι μυθέομαι , ἐθέλω δέ τοι ἤπιος εἶναι.
ὣς εἰπὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ , γέντο δ᾽ ἱμάσθλην
χρυσείην εὔτυκτον , ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,
45
μάστιξεν δ᾽ ἐλάαν : τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
Ἴδην δ᾽ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
Γάργαρον , ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
ἔνθ᾽ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
50
λύσας ἐξ ὀχέων , κατὰ δ᾽ ἠέρα πουλὺν ἔχευεν.
αὐτὸς δ᾽ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
οἳ δ᾽ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
ῥίμφα κατὰ κλισίας , ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.
55
Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
παυρότεροι : μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
χρειοῖ ἀναγκαίῃ , πρό τε παίδων καὶ πρὸ γυναικῶν.
πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι , ἐκ δ᾽ ἔσσυτο λαός,
πεζοί θ᾽ ἱππῆές τε : πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
60
οἳ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο