Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σχέτλιος , αἰὲν ἀλιτρός , ἐμῶν μενέων ἀπερωεύς:
οὐδέ τι τῶν μέμνηται , οἱ μάλα πολλάκις υἱὸν
τειρόμενον σώεσκον ὑπ᾽ Εὐρυσθῆος ἀέθλων.
ἤτοι μὲν κλαίεσκε πρὸς οὐρανόν , αὐτὰρ ἐμὲ Ζεὺς
365
τῷ ἐπαλεξήσουσαν ἀπ᾽ οὐρανόθεν προΐαλλεν.
εἰ γὰρ ἐγὼ τάδε ᾔδε᾽ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
370
νῦν δ᾽ ἐμὲ μὲν στυγέει , Θέτιδος δ᾽ ἐξήνυσε βουλάς,
οἱ γούνατ᾽ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
ἔσται μὰν ὅτ᾽ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
375
ὄφρ᾽ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
τεύχεσιν ἐς πόλεμον θωρήξομαι , ὄφρα ἴδωμαι
νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
τις καὶ Τρώων κορέει κύνας ἠδ᾽ οἰωνοὺς
380
δημῷ καὶ σάρκεσσι , πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο:
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
385
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει
ποικίλον , ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο , λάζετο δ᾽ ἔγχος
390
βριθὺ μέγα στιβαρόν , τῷ δάμνησι στίχας ἀνδρῶν