Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἳ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
95
σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
ἐν σοὶ μὲν λήξω , σέο δ᾽ ἄρξομαι , οὕνεκα πολλῶν
λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
σκῆπτρόν τ᾽ ἠδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσθα.
100
τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι,
κρηῆναι δὲ καὶ ἄλλῳ , ὅτ᾽ ἄν τινα θυμὸς ἀνώγῃ
εἰπεῖν εἰς ἀγαθόν : σέο δ᾽ ἕξεται ὅττί κεν ἄρχῃ.
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
105
οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ᾽ ἔτι καὶ νῦν
ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
οὔ τι καθ᾽ ἡμέτερόν γε νόον : μάλα γάρ τοι ἔγωγε
πόλλ᾽ ἀπεμυθεόμην : σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
110
εἴξας ἄνδρα φέριστον , ὃν ἀθάνατοί περ ἔτισαν,
ἠτίμησας , ἑλὼν γὰρ ἔχεις γέρας : ἀλλ᾽ ἔτι καὶ νῦν
φραζώμεσθ᾽ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
δώροισίν τ᾽ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
115
γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας:
ἀασάμην , οὐδ᾽ αὐτὸς ἀναίνομαι . ἀντί νυ πολλῶν
λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
ὡς νῦν τοῦτον ἔτισε , δάμασσε δὲ λαὸν Ἀχαιῶν.
ἀλλ᾽ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
120
ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ᾽ ἀπερείσι᾽ ἄποινα.