Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
χαῖρε , ξεῖνε , παρ᾽ ἄμμι φιλήσεαι : αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.”
125
ὣς εἰπὼν ἡγεῖθ᾽ , δ᾽ ἕσπετο Παλλὰς Ἀθήνη.
οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴν
δουροδόκης ἔντοσθεν ἐυξόου , ἔνθα περ ἄλλα
ἔγχε᾽ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
130
αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν ἄγων , ὑπὸ λῖτα πετάσσας,
καλὸν δαιδάλεον : ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον , ἔκτοθεν ἄλλων
μνηστήρων , μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
δείπνῳ ἁδήσειεν , ὑπερφιάλοισι μετελθών,
135
ἠδ᾽ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ , ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι : παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
140
εἴδατα πόλλ᾽ ἐπιθεῖσα , χαριζομένη παρεόντων: