Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
πολλὰ μάλ᾽ , ὅσσα ἔοικε , καὶ ἀνέρι μητέρα δοῦναι.
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
295
ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
κτείνῃς ἠὲ δόλῳ ἀμφαδόν : οὐδέ τί σε χρὴ
νηπιάας ὀχέειν , ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
πάντας ἐπ᾽ ἀνθρώπους , ἐπεὶ ἔκτανε πατροφονῆα,
300
Αἴγισθον δολόμητιν , οἱ πατέρα κλυτὸν ἔκτα;