Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ σύ , φίλος , μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,
ἄλκιμος ἔσσ᾽ , ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
ἠδ᾽ ἑτάρους , οἵ πού με μάλ᾽ ἀσχαλόωσι μένοντες:
305
σοὶ δ᾽ αὐτῷ μελέτω , καὶ ἐμῶν ἐμπάζεο μύθων.”
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ξεῖν᾽ , τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
ὥς τε πατὴρ παιδί , καὶ οὔ ποτε λήσομαι αὐτῶν.
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον , ἐπειγόμενός περ ὁδοῖο,
310
ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
δῶρον ἔχων ἐπὶ νῆα κίῃς , χαίρων ἐνὶ θυμῷ,
τιμῆεν , μάλα καλόν , τοι κειμήλιον ἔσται
ἐξ ἐμεῦ , οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.”