Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
θῆκε μένος καὶ θάρσος , ὑπέμνησέν τέ πατρὸς
μᾶλλον ἔτ᾽ τὸ πάροιθεν . δὲ φρεσὶν ᾗσι νοήσας
θάμβησεν κατὰ θυμόν : ὀίσατο γὰρ θεὸν εἶναι.
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
325
τοῖσι δ᾽ ἀοιδὸς ἄειδε περικλυτός , οἱ δὲ σιωπῇ
ἥατ᾽ ἀκούοντες : δ᾽ Ἀχαιῶν νόστον ἄειδε
λυγρόν , ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
τοῦ δ᾽ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια:
330
κλίμακα δ᾽ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,