Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐξιέναι μεγάρων : ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας,
375
ὑμὰ κτήματ᾽ ἔδοντες , ἀμειβόμενοι κατὰ οἴκους.
εἰ δ᾽ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
ἔμμεναι , ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ᾽ : ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι:
380
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον , θαρσαλέως ἀγόρευεν.
τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη , Εὐπείθεος υἱός:
Τηλέμαχ᾽ , μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
385
ὑψαγόρην τ᾽ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν:
μὴ σέ γ᾽ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν , τοι γενεῇ πατρώιόν ἐστιν.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Ἀντίνο᾽ , καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
390
καὶ κεν τοῦτ᾽ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.