Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
91
ἔνθ᾽ οἵ γ᾽ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
92
αἱ μὲν ἄρ᾽ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
93
πλησίαι : οὐ μὲν γάρ ποτ᾽ ἀέξετο κῦμά γ᾽ ἐν αὐτῷ,
94
οὔτε μέγ᾽ οὔτ᾽ ὀλίγον , λευκὴ δ᾽ ἦν ἀμφὶ γαλήνη:
95
αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
96
αὐτοῦ ἐπ᾽ ἐσχατιῇ , πέτρης ἐκ πείσματα δήσας:
97
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
98
ἔνθα μὲν οὔτε βοῶν οὔτ᾽ ἀνδρῶν φαίνετο ἔργα,
99
καπνὸν δ᾽ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
100
δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
101
οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
102
ἄνδρε δύω κρίνας , τρίτατον κήρυχ᾽ ἅμ᾽ ὀπάσσας.
103
οἱ δ᾽ ἴσαν ἐκβάντες λείην ὁδόν , ᾗ περ ἄμαξαι
104
ἄστυδ᾽ ἀφ᾽ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
105
κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
106
θυγατέρ᾽ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
107
ἡ μὲν ἄρ᾽ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
108
Ἀρτακίην : ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον:
109
οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ᾽ ἐρέοντο
110
ὅς τις τῶνδ᾽ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι:
111
ἡ δὲ μάλ᾽ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
112
οἱ δ᾽ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα , τὴν δὲ γυναῖκα
113
εὗρον , ὅσην τ᾽ ὄρεος κορυφήν , κατὰ δ᾽ ἔστυγον αὐτήν.
114
ἡ δ᾽ αἶψ᾽ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
115
ὃν πόσιν , ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
116
αὐτίχ᾽ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον:
117
τὼ δὲ δύ᾽ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
118
αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος : οἱ δ᾽ ἀίοντες
119
φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
120
μυρίοι , οὐκ ἄνδρεσσιν ἐοικότες , ἀλλὰ Γίγασιν.