Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
εἰς κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες , οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν:
οὐδ᾽ ἄρα τοί γ᾽ ἴσασι νέας φοινικοπαρῄους
125
οὐδ᾽ ἐυήρε᾽ ἐρετμά , τά τε πτερὰ νηυσὶ πέλονται.
σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές , οὐδέ σε λήσει:
ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
130
ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
ἀρνειὸν ταῦρόν τε συῶν τ᾽ ἐπιβήτορα κάπρον,
οἴκαδ᾽ ἀποστείχειν ἔρδειν θ᾽ ἱερᾶς ἑκατόμβας
ἀθανάτοισι θεοῖσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
πᾶσι μάλ᾽ ἑξείης . θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
135
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται , ὅς κέ σε πέφνῃ
γήραι ὕπο λιπαρῷ ἀρημένον : ἀμφὶ δὲ λαοὶ
ὄλβιοι ἔσσονται . τὰ δέ τοι νημερτέα εἴρω.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
Τειρεσίη , τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
140
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
μητρὸς τήνδ᾽ ὁρόω ψυχὴν κατατεθνηυίης:
δ᾽ ἀκέουσ᾽ ἧσται σχεδὸν αἵματος , οὐδ᾽ ἑὸν υἱὸν
ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
εἰπέ , ἄναξ , πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;”
145
ὣς ἐφάμην , δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
αἵματος ἆσσον ἴμεν , δέ τοι νημερτὲς ἐνίψει:
δέ κ᾽ ἐπιφθονέῃς , δέ τοι πάλιν εἶσιν ὀπίσσω.’
150
ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω