Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
τί μοι εἴδωλον τόδ᾽ ἀγαυὴ Περσεφόνεια
ὤτρυν᾽ , ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;“
215
ὣς ἐφάμην , δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ:
μοι , τέκνον ἐμόν , περὶ πάντων κάμμορε φωτῶν,
οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
ἀλλ᾽ αὕτη δίκη ἐστὶ βροτῶν , ὅτε τίς κε θάνῃσιν:
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
220
ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
δαμνᾷ , ἐπεί κε πρῶτα λίπῃ λεύκ᾽ ὀστέα θυμός,
ψυχὴ δ᾽ ἠύτ᾽ ὄνειρος ἀποπταμένη πεπότηται.
ἀλλὰ φόωσδε τάχιστα λιλαίεο : ταῦτα δὲ πάντα
ἴσθ᾽ , ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.’
225
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ᾽ , αἱ δὲ γυναῖκες
ἤλυθον , ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
αἱ δ᾽ ἀμφ᾽ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
230
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
αἱ δὲ προμνηστῖναι ἐπήισαν , ἠδὲ ἑκάστη
ὃν γόνον ἐξαγόρευεν : ἐγὼ δ᾽ ἐρέεινον ἁπάσας.
235
ἔνθ᾽ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο:
ποταμοῦ ἠράσσατ᾽ Ἐνιπῆος θείοιο,
ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
240
καί ῥ᾽ ἐπ᾽ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.