Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
Κίρκης δ᾽ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
ἀλλὰ καταντικρὺ τέγεος πέσον : ἐκ δέ μοι αὐχὴν
65
ἀστραγάλων ἐάγη , ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθε.
νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι , οὐ παρεόντων,
πρός τ᾽ ἀλόχου καὶ πατρός , σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,
Τηλεμάχου θ᾽ , ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες:
οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
70
νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα:
ἔνθα σ᾽ ἔπειτα , ἄναξ , κέλομαι μνήσασθαι ἐμεῖο.
μή μ᾽ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
νοσφισθείς , μή τοί τι θεῶν μήνιμα γένωμαι,
ἀλλά με κακκῆαι σὺν τεύχεσιν , ἅσσα μοι ἔστιν,
75
σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
ταῦτά τέ μοι τελέσαι πῆξαί τ᾽ ἐπὶ τύμβῳ ἐρετμόν,
τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ᾽ ἐμοῖς ἑτάροισιν.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
80
ταῦτά τοι , δύστηνε , τελευτήσω τε καὶ ἔρξω.’
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
ἥμεθ᾽ , ἐγὼ μὲν ἄνευθεν ἐφ᾽ αἵματι φάσγανον ἴσχων,
εἴδωλον δ᾽ ἑτέρωθεν ἑταίρου πόλλ᾽ ἀγόρευεν:
ἦλθε δ᾽ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
85
Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ:
ἀλλ᾽ οὐδ᾽ ὣς εἴων προτέρην , πυκινόν περ ἀχεύων,
αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι.
90
ἦλθε δ᾽ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο