Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
301
ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ : ἀλλὰ ἕκηλοι
302
ἐσθίετε βρώμην , τὴν ἀθανάτη πόρε Κίρκη.’
303
“ὣς ἐφάμην , οἱ δ᾽ αὐτίκ᾽ ἀπώμνυον , ὡς ἐκέλευον.
304
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
305
στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
306
ἄγχ᾽ ὕδατος γλυκεροῖο , καὶ ἐξαπέβησαν ἑταῖροι
307
νηός , ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
308
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
309
μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
310
οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα:
311
κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
312
ἦμος δὲ τρίχα νυκτὸς ἔην , μετὰ δ᾽ ἄστρα βεβήκει,
313
ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
314
λαίλαπι θεσπεσίῃ , σὺν δὲ νεφέεσσι κάλυψε
315
γαῖαν ὁμοῦ καὶ πόντον : ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
316
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
317
νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
318
ἔνθα δ᾽ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι:
319
καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον:
320
“ὦ φίλοι , ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
321
ἔστιν , τῶν δὲ βοῶν ἀπεχώμεθα , μή τι πάθωμεν:
322
δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
323
Ἠελίου , ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.’
324
“ὣς ἐφάμην , τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
325
μῆνα δὲ πάντ᾽ ἄλληκτος ἄη Νότος , οὐδέ τις ἄλλος
326
γίγνετ᾽ ἔπειτ᾽ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
327
“οἱ δ᾽ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
328
τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
329
ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
330
καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,