Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
361
δίπτυχα ποιήσαντες , ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
362
οὐδ᾽ εἶχον μέθυ λεῖψαι ἐπ᾽ αἰθομένοις ἱεροῖσιν,
363
ἀλλ᾽ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
364
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
365
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν.
366
καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
367
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
368
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
369
καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
370
οἰμώξας δὲ θεοῖσι μέγ᾽ ἀθανάτοισι γεγώνευν:
371
“Ζεῦ
πάτερ
ἠδ᾽
ἄλλοι
μάκαρες
θεοὶ
αἰὲν
ἐόντες,
372
ἦ με μάλ᾽ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
373
οἱ δ᾽ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.’
374
“ὠκέα
δ᾽
Ἠελίῳ
Ὑπερίονι
ἄγγελος
ἦλθε
375
Λαμπετίη τανύπεπλος , ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
376
αὐτίκα δ᾽ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ:
377
“Ζεῦ
πάτερ
ἠδ᾽
ἄλλοι
μάκαρες
θεοὶ
αἰὲν
ἐόντες,
378
τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
379
οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον , ᾗσιν ἐγώ γε
380
χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
381
ἠδ᾽ ὁπότ᾽ ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτραποίμην.
382
εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ᾽ ἀμοιβήν,
383
δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.’
384
“τὸν
δ᾽
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς:
385
“Ἠέλι᾽ , ἦ
τοι
μὲν
σὺ
μετ᾽
ἀθανάτοισι
φάεινε
386
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν:
387
τῶν δέ κ᾽ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
388
τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
389
“ταῦτα
δ᾽
ἐγὼν
ἤκουσα
Καλυψοῦς
ἠυκόμοιο:
390
ἡ δ᾽ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.