Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
91
σμερδαλέη κεφαλή , ἐν δὲ τρίστοιχοι ὀδόντες
92
πυκνοὶ καὶ θαμέες , πλεῖοι μέλανος θανάτοιο.
93
μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
94
ἔξω δ᾽ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
95
αὐτοῦ δ᾽ ἰχθυάᾳ , σκόπελον περιμαιμώωσα,
96
δελφῖνάς τε κύνας τε , καὶ εἴ ποθι μεῖζον ἕλῃσι
97
κῆτος , ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
98
τῇ δ᾽ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
99
παρφυγέειν σὺν νηί : φέρει δέ τε κρατὶ ἑκάστῳ
100
φῶτ᾽ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
101
“‘τὸν
δ᾽
ἕτερον
σκόπελον
χθαμαλώτερον
ὄψει , Ὀδυσσεῦ.
102
πλησίον ἀλλήλων : καί κεν διοϊστεύσειας.
103
τῷ δ᾽ ἐν ἐρινεὸς ἔστι μέγας , φύλλοισι τεθηλώς:
104
τῷ δ᾽ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
105
τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι , τρὶς δ᾽ ἀναροιβδεῖ
106
δεινόν : μὴ σύ γε κεῖθι τύχοις , ὅτε ῥοιβδήσειεν:
107
οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ ἐνοσίχθων.
108
ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
109
νῆα παρὲξ ἐλάαν , ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
110
ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.’
111
“ὣς
ἔφατ᾽ , αὐτὰρ
ἐγώ
μιν
ἀμειβόμενος
προσέειπον:
112
εἰ δ᾽ ἄγε δή μοι τοῦτο , θεά , νημερτὲς ἐνίσπες,
113
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
114
τὴν δέ κ᾽ ἀμυναίμην , ὅτε μοι σίνοιτό γ᾽ ἑταίρους.’
115
“ὣς
ἐφάμην , ἡ
δ᾽
αὐτίκ᾽
ἀμείβετο
δῖα
θεάων:
116
‘σχέτλιε , καὶ
δὴ
αὖ
τοι
πολεμήια
ἔργα
μέμηλε
117
καὶ πόνος : οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
118
ἡ δέ τοι οὐ θνητή , ἀλλ᾽ ἀθάνατον κακόν ἐστι,
119
δεινόν τ᾽ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν:
120
οὐδέ τις ἔστ᾽ ἀλκή : φυγέειν κάρτιστον ἀπ᾽ αὐτῆς.