Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
211
οἵ μ᾽ εἰς ἄλλην γαῖαν ἀπήγαγον , ἦ τέ μ᾽ ἔφαντο
212
ἄξειν εἰς Ἰθάκην εὐδείελον , οὐδ᾽ ἐτέλεσσαν.
213
Ζεὺς σφέας τίσαιτο ἱκετήσιος , ὅς τε καὶ ἄλλους
214
ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
215
ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι,
216
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.”
217
“ὣς
εἰπὼν
τρίποδας
περικαλλέας
ἠδὲ
λέβητας
218
ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
219
τῶν μὲν ἄρ᾽ ὀύ τι πόθει : ὁ δ᾽ ὀδύρετο πατρίδα γαῖαν
220
ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
221
πόλλ᾽ ὀλοφυρόμενος . σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
222
ἀνδρὶ δέμας εἰκυῖα νέῳ , ἐπιβώτορι μήλων,
223
παναπάλῳ , οἷοί τε ἀνάκτων παῖδες ἔασι,
224
δίπτυχον ἀμφ᾽ ὤμοισιν ἔχουσ᾽ εὐεργέα λώπην:
225
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσι πέδιλ᾽ ἔχε , χερσὶ δ᾽ ἄκοντα.
226
τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
227
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
228
“ὦ
φίλ᾽ , ἐπεί
σε
πρῶτα
κιχάνω
τῷδ᾽
ἐνὶ
χώρῳ,
229
χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
230
ἀλλὰ σάω μὲν ταῦτα , σάω δ᾽ ἐμέ : σοὶ γὰρ ἐγώ γε
231
εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ᾽ ἱκάνω.
232
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ:
233
τίς γῆ , τίς δῆμος , τίνες ἀνέρες ἐγγεγάασιν;
234
ἦ πού τις νήσων εὐδείελος , ἦέ τις ἀκτὴ
235
κεῖθ᾽ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;”
236
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
237
“νήπιός
εἰς , ὦ
ξεῖν᾽ , ἢ
τηλόθεν
εἰλήλουθας,
238
εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι . οὐδέ τι λίην
239
οὕτω νώνυμός ἐστιν : ἴσασι δέ μιν μάλα πολλοί,
240
ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,