Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σὺν σοί , πότνα θεά , ὅτε μοι πρόφρασσ᾽ ἐπαρήγοις.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
καὶ λίην τοι ἐγώ γε παρέσσομαι , οὐδέ με λήσεις,
ὁππότε κεν δὴ ταῦτα πενώμεθα : καί τιν᾽ ὀΐω
395
αἵματί τ᾽ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
ἀνδρῶν μνηστήρων , οἵ τοι βίοτον κατέδουσιν.
ἀλλ᾽ ἄγε σ᾽ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι:
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὀλέσω τρίχας , ἀμφὶ δὲ λαῖφος
400
ἕσσω κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ᾽ ἐόντε,
ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
σῇ τ᾽ ἀλόχῳ καὶ παιδί , τὸν ἐν μεγάροισιν ἔλειπες.
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
405
ὅς τοι ὑῶν ἐπίουρος , ὁμῶς δέ τοι ἤπια οἶδε,
παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
δήεις τόν γε σύεσσι παρήμενον : αἱ δὲ νέμονται
πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
410
πίνουσαι , τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
ὄφρ᾽ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
Τηλέμαχον καλέουσα , τεὸν φίλον υἱόν , Ὀδυσσεῦ:
ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
415
ᾤχετο πευσόμενος μετὰ σὸν κλέος , εἴ που ἔτ᾽ εἴης.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
τίπτε τ᾽ ἄρ᾽ οὔ οἱ ἔειπες , ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
πόντον ἐπ᾽ ἀτρύγετον : βίοτον δέ οἱ ἄλλοι ἔδουσι;”
420
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη: