Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα συβώτης , ὄρχαμος ἀνδρῶν:
γέρον , οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
ἀλλ᾽ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
125
ψεύδοντ᾽ , οὐδ᾽ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
ὃς δέ κ᾽ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει:
δ᾽ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
130
θέμις ἐστὶ γυναικός , ἐπὴν πόσις ἄλλοθ᾽ ὄληται.
αἶψά κε καὶ σύ , γεραιέ , ἔπος παρατεκτήναιο.
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶ
ῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι , ψυχὴ δὲ λέλοιπεν:
135
τόν γ᾽ ἐν πόντῳ φάγον ἰχθύες , ὀστέα δ᾽ αὐτοῦ
κεῖται ἐπ᾽ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
ὣς μὲν ἔνθ᾽ ἀπόλωλε , φίλοισι δὲ κήδε᾽ ὀπίσσω
πᾶσιν , ἐμοὶ δὲ μάλιστα , τετεύχαται : οὐ γὰρ ἔτ᾽ ἄλλον
ἤπιον ὧδε ἄνακτα κιχήσομαι , ὁππόσ᾽ ἐπέλθω,
140
οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
οἶκον , ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι , ἱέμενός περ
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ:
ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
145
τὸν μὲν ἐγών , ξεῖνε , καὶ οὐ παρεόντ᾽ ὀνομάζειν
αἰδέομαι : πέρι γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῷ:
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.”
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
φίλ᾽ , ἐπειδὴ πάμπαν ἀναίνεαι , οὐδ᾽ ἔτι φῇσθα
150
κεῖνον ἐλεύσεσθαι , θυμὸς δέ τοι αἰὲν ἄπιστος: