Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὤμοσε δὲ πρὸς ἔμ᾽ αὐτόν , ἀποσπένδων ἐνὶ οἴκῳ,
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε : τύχησε γὰρ ἐρχομένη νηῦς
335
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
ἔνθ᾽ γέ μ᾽ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
ἐνδυκέως : τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
ἀμφ᾽ ἐμοί , ὄφρ᾽ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
ἀλλ᾽ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
340
αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἔδυσαν,
ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
ῥωγαλέα , τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι:
ἑσπέριοι δ᾽ Ἰθάκης εὐδειέλου ἔργ᾽ ἀφίκοντο.
345
ἔνθ᾽ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
ὅπλῳ ἐϋστρεφέϊ στερεῶς , αὐτοὶ δ᾽ ἀποβάντες
ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
ῥηϊδίως : κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
350
ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
στῆθος , ἔπειτα δὲ χερσὶ διήρεσσ᾽ ἀμφοτέρῃσι
νηχόμενος , μάλα δ᾽ ὦκα θύρηθ᾽ ἔα ἀμφὶς ἐκείνων.
ἔνθ᾽ ἀναβάς , ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
κείμην πεπτηώς . οἱ δὲ μεγάλα στενάχοντες
355
φοίτων : ἀλλ᾽ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
μαίεσθαι προτέρω , τοὶ μὲν πάλιν αὖτις ἔβαινον
νηὸς ἔπι γλαφυρῆς : ἐμὲ δ᾽ ἔκρυψαν θεοὶ αὐτοὶ
ῥηϊδίως , καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
ἀνδρὸς ἐπισταμένου : ἔτι γάρ νύ μοι αἶσα βιῶναι.”
360
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης , Εὔμαιε συβῶτα: