Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
δαῖτ᾽ ἐντυνόμενοι . τοὶ δ᾽ ἐξ ἀγροῖο πόλινδε
ὠτρύνοντ᾽ Ὀδυσεύς τ᾽ ἰέναι καὶ δῖος ὑφορβός.
τοῖσι δὲ μύθων ἦρχε συβώτης , ὄρχαμος ἀνδρῶν:
185
ξεῖν᾽ , ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ᾽ ἰέναι μενεαίνεις
σήμερον , ὡς ἐπέτελλεν ἄναξ ἐμόσ σ᾽ ἂν ἐγώ γε
αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι:
ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια , μή μοι ὀπίσσω
νεικείῃ : χαλεπαὶ δέ τ᾽ ἀνάκτων εἰσὶν ὁμοκλαί
190
ἀλλ᾽ ἄγε νῦν ἴομεν : δὴ γὰρ μέμβλωκε μάλιστα
ἦμαρ , ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
γιγνώσκω , φρονέω : τά γε δὴ νοέοντι κελεύεις.
ἀλλ᾽ ἴομεν , σὺ δ᾽ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
195
δὸς δέ μοι , εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
σκηρίπτεσθ᾽ , ἐπεὶ φατ᾽ ἀρισφαλέ᾽ ἔμμεναι οὐδόν.”
ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
πυκνὰ ῥωγαλέην : ἐν δὲ στρόφος ἦεν ἀορτήρ:
Εὔμαιος δ᾽ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
200
τὼ βήτην , σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
ῥύατ᾽ ὄπισθε μένοντες : δ᾽ ἐς πόλιν ἦγεν ἄνακτα
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
σκηπτόμενον : τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
ἀλλ᾽ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
205
ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
τυκτὴν καλλίροον , ὅθεν ὑδρεύοντο πολῖται,
τὴν ποίησ᾽ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ:
ἀμφὶ δ᾽ ἄρ᾽ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
πάντοσε κυκλοτερές , κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
210
ὑψόθεν ἐκ πέτρης : βωμὸς δ᾽ ἐφύπερθε τέτυκτο