Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
421
τὸν δέρον ἀμφί θ᾽ ἕπον , καί μιν διέχευαν ἅπαντα,
422
μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,
423
ὤπτησάν τε περιφραδέως , δάσσαντό τε μοίρας.
424
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
425
δαίνυντ᾽ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης:
426
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
427
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
428
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
429
βάν ῥ᾽ ἴμεν ἐς θήρην , ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
430
υἱέες Αὐτολύκου : μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
431
ἤϊεν : αἰπὺ δ᾽ ὄρος προσέβαν καταειμένον ὕλῃ
432
Παρνησοῦ , τάχα δ᾽ ἵκανον πτύχας ἠνεμοέσσας.
433
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
434
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
435
οἱ δ᾽ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες : πρὸ δ᾽ ἄρ᾽ αὐτῶν
436
ἴχνι᾽ ἐρευνῶντες κύνες ἤϊσαν , αὐτὰρ ὄπισθεν
437
υἱέες Αὐτολύκου : μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
438
ἤϊεν ἄγχι κυνῶν , κραδάων δολιχόσκιον ἔγχος.
439
ἔνθα δ᾽ ἄρ᾽ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς:
440
τὴν μὲν ἄρ᾽ οὔτ᾽ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,
441
οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
442
οὔτ᾽ ὄμβρος περάασκε διαμπερές : ὣς ἄρα πυκνὴ
443
ἦεν , ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.
444
τὸν δ᾽ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,
445
ὡς ἐπάγοντες ἐπῇσαν : ὁ δ᾽ ἀντίος ἐκ ξυλόχοιο
446
φρίξας εὖ λοφιήν , πῦρ δ᾽ ὀφθαλμοῖσι δεδορκώς,
447
στῆ ῥ᾽ αὐτῶν σχεδόθεν : ὁ δ᾽ ἄρα πρώτιστος Ὀδυσσεὺς
448
ἔσσυτ᾽ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,
449
οὐτάμεναι μεμαώς : ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
450
γουνὸς ὕπερ , πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι