Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο
φοιτῶσ᾽ , οὐδέ τε πάντες ἐναίσιμοι : αὐτὰρ Ὀδυσσεὺς
ὤλετο τῆλ᾽ , ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
ὤφελες . οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
185
οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ᾽ ἀνιείης,
σῷ οἴκῳ δῶρον ποτιδέγμενος , αἴ κε πόρῃσιν.
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
190
αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε:
σοὶ δέ , γέρον , θωὴν ἐπιθήσομεν , ἥν κ᾽ ἐνὶ θυμῷ
τίνων ἀσχάλλῃς : χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
Τηλεμάχῳ δ᾽ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός:
195
μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι:
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ᾽ , ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
μνηστύος ἀργαλέης , ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
200
οὔτ᾽ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,
οὔτε θεοπροπίης ἐμπαζόμεθ᾽ , ἣν σύ , γεραιέ,
μυθέαι ἀκράαντον , ἀπεχθάνεαι δ᾽ ἔτι μᾶλλον.
χρήματα δ᾽ αὖτε κακῶς βεβρώσεται , οὐδέ ποτ᾽ ἶσα
ἔσσεται , ὄφρα κεν γε διατρίβῃσιν Ἀχαιοὺς
205
ὃν γάμον : ἡμεῖς δ᾽ αὖ ποτιδέγμενοι ἤματα πάντα
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν , οὐδὲ μετ᾽ ἄλλας
ἐρχόμεθ᾽ , ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Εὐρύμαχ᾽ ἠδὲ καὶ ἄλλοι , ὅσοι μνηστῆρες ἀγαυοί,
210
ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ᾽ ἀγορεύω: