Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
301
Ἀντίνοος δ᾽ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
302
ἔν τ᾽ ἄρα οἱ φῦ χειρί , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
303
“Τηλέμαχ᾽
ὑψαγόρη , μένος
ἄσχετε , μή
τί
τοι
ἄλλο
304
ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
305
ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν , ὡς τὸ πάρος περ.
306
ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
307
νῆα καὶ ἐξαίτους ἐρέτας , ἵνα θᾶσσον ἵκηαι
308
ἐς Πύλον ἠγαθέην μετ᾽ ἀγαυοῦ πατρὸς ἀκουήν.”
309
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
310
“Ἀντίνο᾽ , οὔ
πως
ἔστιν
ὑπερφιάλοισι
μεθ᾽
ὑμῖν
311
δαίνυσθαί τ᾽ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
312
ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
313
κτήματ᾽ ἐμά , μνηστῆρες , ἐγὼ δ᾽ ἔτι νήπιος ἦα;
314
νῦν δ᾽ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
315
πυνθάνομαι , καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
316
πειρήσω , ὥς κ᾽ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
317
ἠὲ Πύλονδ᾽ ἐλθών , ἢ αὐτοῦ τῷδ᾽ ἐνὶ δήμῳ.
318
εἶμι μέν , οὐδ᾽ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
319
ἔμπορος : οὐ γὰρ νηὸς ἐπήβολος οὐδ᾽ ἐρετάων
320
γίγνομαι : ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.”
321
ἦ ῥα , καὶ ἐκ χειρὸς χεῖρα σπάσατ᾽ Ἀντινόοιο
322
ῥεῖα : μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
323
οἱ δ᾽ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
324
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
325
“ἦ
μάλα
Τηλέμαχος
φόνον
ἡμῖν
μερμηρίζει.
326
ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
327
ἢ ὅ γε καὶ Σπάρτηθεν , ἐπεί νύ περ ἵεται αἰνῶς:
328
ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει , πίειραν ἄρουραν,
329
ἐλθεῖν , ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκῃ,
330
ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.”