Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄφρ᾽ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.”
ὣς ἔφαθ᾽ , δ᾽ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
γρηῒ περιπλέχθη , βλεφάρων δ᾽ ἀπὸ δάκρυον ἧκεν:
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
35
εἰ δ᾽ ἄγε δή μοι , μαῖα φίλη , νημερτὲς ἐνίσπες,
εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται , ὡς ἀγορεύεις,
ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
μοῦνος ἐών , οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.”
τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
40
οὐκ ἴδον , οὐ πυθόμην , ἀλλὰ στόνον οἶον ἄκουσα
κτεινομένων : ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
ἥμεθ᾽ ἀτυζόμεναι , σανίδες δ᾽ ἔχον εὖ ἀραρυῖαι,
πρίν γ᾽ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
Τηλέμαχος : τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
45
εὗρον ἔπειτ᾽ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
ἑσταόθ᾽ : οἱ δέ μιν ἀμφί , κραταίπεδον οὖδας ἔχοντες,
κείατ᾽ ἐπ᾽ ἀλλήλοισιν : ἰδοῦσά κε θυμὸν ἰάνθης.
νῦν δ᾽ οἱ μὲν δὴ πάντες ἐπ᾽ αὐλείῃσι θύρῃσιν
50
ἀθρόοι , αὐτὰρ δῶμα θεειοῦται περικαλλές,
πῦρ μέγα κηάμενος : σὲ δέ με προέηκε καλέσσαι.
ἀλλ᾽ ἕπευ , ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
ἀμφοτέρω φίλον ἦτορ , ἐπεὶ κακὰ πολλὰ πέποσθε.
νῦν δ᾽ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται:
55
ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος , εὗρε δὲ καὶ σὲ
καὶ παῖδ᾽ ἐν μεγάροισι : κακῶς δ᾽ οἵ πέρ μιν ἔρεζον
μνηστῆρες , τοὺς πάντας ἐτίσατο ἐνὶ οἴκῳ.”
τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
μαῖα φίλη , μή πω μέγ᾽ ἐπεύχεο καγχαλόωσα.
60
οἶσθα γὰρ ὥς κ᾽ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
πᾶσι , μάλιστα δ᾽ ἐμοί τε καὶ υἱέϊ , τὸν τεκόμεσθα: