Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
151
ἔνθ᾽ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
152
ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ:
153
τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
154
ἵκοντο προτὶ ἄστυ περικλυτόν , ἦ τοι Ὀδυσσεὺς
155
ὕστερος , αὐτὰρ Τηλέμαχος πρόσθ᾽ ἡγεμόνευε.
156
τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ᾽ ἔχοντα,
157
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
158
σκηπτόμενον : τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο:
159
οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
160
ἐξαπίνης προφανέντ᾽ , οὐδ᾽ οἳ προγενέστεροι ἦσαν,
161
ἀλλ᾽ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
162
αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
163
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ:
164
ἀλλ᾽ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
165
σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε᾽ ἀείρας
166
ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
167
αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
168
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
169
ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
170
οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
171
νευρὴν ἐντανύσαι , πολλὸν δ᾽ ἐπιδευέες ἦμεν.
172
ἀλλ᾽ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
173
ἔνθ᾽ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
174
τόξον μὴ δόμεναι , μηδ᾽ εἰ μάλα πολλ᾽ ἀγορεύοι:
175
Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
176
αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
177
ῥηϊδίως δ᾽ ἐτάνυσσε βιόν , διὰ δ᾽ ἧκε σιδήρου,
178
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών , ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς
179
δεινὸν παπταίνων , βάλε δ᾽ Ἀντίνοον βασιλῆα.
180
αὐτὰρ ἔπειτ᾽ ἄλλοις ἐφίει βέλεα στονόεντα,