Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
91
ἠλώμην , τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
92
λάθρῃ , ἀνωιστί , δόλῳ οὐλομένης ἀλόχοιο:
93
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
94
καὶ πατέρων τάδε μέλλετ᾽ ἀκουέμεν , οἵ τινες ὑμῖν
95
εἰσίν , ἐπεὶ μάλα πολλὰ πάθον , καὶ ἀπώλεσα οἶκον
96
εὖ μάλα ναιετάοντα , κεχανδότα πολλὰ καὶ ἐσθλά.
97
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
98
ναίειν , οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι , οἳ τότ᾽ ὄλοντο
99
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
100
ἀλλ᾽ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
101
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
102
ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι , ἄλλοτε δ᾽ αὖτε
103
παύομαι : αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
104
τῶν πάντων οὐ τόσσον ὀδύρομαι , ἀχνύμενός περ,
105
ὡς ἑνός , ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
106
μνωομένῳ , ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ᾽ ἐμόγησεν,
107
ὅσσ᾽ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο . τῷ δ᾽ ἄρ᾽ ἔμελλεν
108
αὐτῷ κήδε᾽ ἔσεσθαι , ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄλαστον
109
κείνου , ὅπως δὴ δηρὸν ἀποίχεται , οὐδέ τι ἴδμεν,
110
ζώει ὅ γ᾽ ἦ τέθνηκεν . ὀδύρονταί νύ που αὐτὸν
111
Λαέρτης θ᾽ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
112
Τηλέμαχός θ᾽ , ὃν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ.”
113
ὣς φάτο , τῷ δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
114
δάκρυ δ᾽ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
115
χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχὼν
116
ἀμφοτέρῃσιν χερσί . νόησε δέ μιν Μενέλαος,
117
μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
118
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
119
ἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
120
ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,