Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς φάθ᾽ , δ᾽ αὐτίκα παῦσεν ἑὸν ῥόον , ἔσχε δὲ κῦμα,
πρόσθε δέ οἱ ποίησε γαλήνην , τὸν δ᾽ ἐσάωσεν
ἐς ποταμοῦ προχοάς . δ᾽ ἄρ᾽ ἄμφω γούνατ᾽ ἔκαμψε
χεῖράς τε στιβαράς . ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
455
ᾤδεε δὲ χρόα πάντα , θάλασσα δὲ κήκιε πολλὴ
ἂν στόμα τε ῥῖνάς θ᾽ : δ᾽ ἄρ᾽ ἄπνευστος καὶ ἄναυδος
κεῖτ᾽ ὀλιγηπελέων , κάματος δέ μιν αἰνὸς ἵκανεν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
460
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
ἂψ δ᾽ ἔφερεν μέγα κῦμα κατὰ ῥόον , αἶψα δ᾽ ἄρ᾽ Ἰνὼ
δέξατο χερσὶ φίλῃσιν : δ᾽ ἐκ ποταμοῖο λιασθεὶς
σχοίνῳ ὑπεκλίνθη , κύσε δὲ ζείδωρον ἄρουραν.
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
465
μοι ἐγώ , τί πάθω ; τί νύ μοι μήκιστα γένηται;
εἰ μέν κ᾽ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
μή μ᾽ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν:
αὔρη δ᾽ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
470
εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
θάμνοις ἐν πυκινοῖσι καταδράθω , εἴ με μεθείη
ῥῖγος καὶ κάματος , γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
δείδω , μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.”
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:
475
βῆ ῥ᾽ ἴμεν εἰς ὕλην : τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
ἐν περιφαινομένῳ : δοιοὺς δ᾽ ἄρ᾽ ὑπήλυθε θάμνους,
ἐξ ὁμόθεν πεφυῶτας : μὲν φυλίης , δ᾽ ἐλαίης.
τοὺς μὲν ἄρ᾽ οὔτ᾽ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
οὔτε ποτ᾽ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
480
οὔτ᾽ ὄμβρος περάασκε διαμπερές : ὣς ἄρα πυκνοὶ