Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἕπεο προτέρω , ἵνα τοι πὰρ ξείνια θείω.”
ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
ἀμβροσίης πλήσασα , κέρασσε δὲ νέκταρ ἐρυθρόν.
αὐτὰρ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
95
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
εἰρωτᾷς μ᾽ ἐλθόντα θεὰ θεόν : αὐτὰρ ἐγώ τοι
νημερτέως τὸν μῦθον ἐνισπήσω : κέλεαι γάρ.
Ζεὺς ἐμέ γ᾽ ἠνώγει δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα:
100
τίς δ᾽ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
ἄσπετον ; οὐδέ τις ἄγχι βροτῶν πόλις , οἵ τε θεοῖσιν
ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
ἀλλὰ μάλ᾽ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι.
105
φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
τῶν ἀνδρῶν , οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
εἰνάετες , δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
οἴκαδ᾽ : ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
σφιν ἐπῶρσ᾽ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
110
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
τὸν νῦν σ᾽ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα:
οὐ γάρ οἱ τῇδ᾽ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
ἀλλ᾽ ἔτι οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
115
οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.”
ὣς φάτο , ῥίγησεν δὲ Καλυψώ , δῖα θεάων,
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
σχέτλιοί ἐστε , θεοί , ζηλήμονες ἔξοχον ἄλλων,
οἵ τε θεαῖς ἀγάασθε παρ᾽ ἀνδράσιν εὐνάζεσθαι
120
ἀμφαδίην , ἤν τίς τε φίλον ποιήσετ᾽ ἀκοίτην.