Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
7
ὧς μὲν ἔνθ᾽ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
δ᾽ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ᾽ ἵκανε,
στῆσεν ἄρ᾽ ἐν προθύροισι , κασίγνητοι δέ μιν ἀμφὶς
5
ἵσταντ᾽ ἀθανάτοις ἐναλίγκιοι , οἵ ῥ᾽ ὑπ᾽ ἀπήνης
ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
αὐτὴ δ᾽ ἐς θάλαμον ἑὸν ἤιε : δαῖε δέ οἱ πῦρ
γρῆυς Ἀπειραίη , θαλαμηπόλος Εὐρυμέδουσα,
τήν ποτ᾽ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι:
10
Ἀλκινόῳ δ᾽ αὐτὴν γέρας ἔξελον , οὕνεκα πᾶσιν
Φαιήκεσσιν ἄνασσε , θεοῦ δ᾽ ὣς δῆμος ἄκουεν:
τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
καὶ τότ᾽ Ὀδυσσεὺς ὦρτο πόλινδ᾽ ἴμεν : ἀμφὶ δ᾽ Ἀθήνη
15
πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ᾽ Ὀδυσῆι,
μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
κερτομέοι τ᾽ ἐπέεσσι καὶ ἐξερέοιθ᾽ ὅτις εἴη.
ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
ἔνθα οἱ ἀντεβόλησε θεά , γλαυκῶπις Ἀθήνη,
20
παρθενικῇ ἐικυῖα νεήνιδι , κάλπιν ἐχούσῃ.
στῆ δὲ πρόσθ᾽ αὐτοῦ , δ᾽ ἀνείρετο δῖος Ὀδυσσεύς:
τέκος , οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
Ἀλκινόου , ὃς τοῖσδε μετ᾽ ἀνθρώποισι ἀνάσσει;
καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ᾽ ἱκάνω
25
τηλόθεν ἐξ ἀπίης γαίης : τῷ οὔ τινα οἶδα
ἀνθρώπων , οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.”
τὸν δ᾽ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη:
τοιγὰρ ἐγώ τοι , ξεῖνε πάτερ , δόμον , ὅν με κελεύεις,
δείξω , ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
30
ἀλλ᾽ ἴθι σιγῇ τοῖον , ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω,