Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σπείσομεν , ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.”
ὣς φάτο , Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ , ὅσον ἤθελε θυμός,
185
τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε:
κέκλυτε , Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες:
ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
190
ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
ῥέξομεν ἱερὰ καλά , ἔπειτα δὲ καὶ περὶ πομπῆς
μνησόμεθ᾽ , ὥς χ᾽ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
πομπῇ ὑφ᾽ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
χαίρων καρπαλίμως , εἰ καὶ μάλα τηλόθεν ἐστί,
195
μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι : ἔνθα δ᾽ ἔπειτα
πείσεται , ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
γιγνομένῳ νήσαντο λίνῳ , ὅτε μιν τέκε μήτηρ.
εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθεν,
200
ἄλλο τι δὴ τόδ᾽ ἔπειτα θεοὶ περιμηχανόωνται.
αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
ἡμῖν , εὖτ᾽ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
δαίνυνταί τε παρ᾽ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
εἰ δ᾽ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
205
οὔ τι κατακρύπτουσιν , ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
Ἀλκίνο᾽ , ἄλλο τί τοι μελέτω φρεσίν : οὐ γὰρ ἐγώ γε
ἀθανάτοισιν ἔοικα , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
210
οὐ δέμας οὐδὲ φυήν , ἀλλὰ θνητοῖσι βροτοῖσιν.