Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
91
Φαιήκων οἱ ἄριστοι , ἐπεὶ τέρποντ᾽ ἐπέεσσιν,
92
ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
93
ἔνθ᾽ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
94
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν
95
ἥμενος ἄγχ᾽ αὐτοῦ , βαρὺ δὲ στενάχοντος ἄκουσεν.
96
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:
97
“κέκλυτε , Φαιήκων
ἡγήτορες
ἠδὲ
μέδοντες.
98
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
99
φόρμιγγός θ᾽ , ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ:
100
νῦν δ᾽ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
101
πάντων , ὥς χ᾽ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
102
οἴκαδε νοστήσας , ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
103
πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.”
104
ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
105
κὰδ δ᾽ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
106
Δημοδόκου δ᾽ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
107
κῆρυξ : ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
108
Φαιήκων οἱ ἄριστοι , ἀέθλια θαυμανέοντες.
109
βὰν δ᾽ ἴμεν εἰς ἀγορήν , ἅμα δ᾽ ἕσπετο πουλὺς ὅμιλος,
110
μυρίοι : ἂν δ᾽ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
111
ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
112
Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
113
Ποντεύς τε Πρωρεύς τε , Θόων Ἀναβησίνεώς τε
114
Ἀμφίαλός θ᾽ , υἱὸς Πολυνήου Τεκτονίδαο:
115
ἂν δὲ καὶ Εὐρύαλος , βροτολοιγῷ ἶσος Ἄρηϊ,
116
Ναυβολίδης , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
117
πάντων Φαιήκων μετ᾽ ἀμύμονα Λαοδάμαντα.
118
ἂν δ᾽ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
119
Λαοδάμας θ᾽ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
120
οἱ δ᾽ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.