Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
91
οἱ δ᾽ αἶψ᾽ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν:
92
οὐδ᾽ ἄρα Λωτοφάγοι μήδονθ᾽ ἑτάροισιν ὄλεθρον
93
ἡμετέροις , ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
94
τῶν δ᾽ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
95
οὐκέτ᾽ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
96
ἀλλ᾽ αὐτοῦ βούλοντο μετ᾽ ἀνδράσι Λωτοφάγοισι
97
λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
98
τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
99
νηυσὶ δ᾽ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
100
αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
101
σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
102
μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
103
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
104
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
105
“ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ:
106
Κυκλώπων δ᾽ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
107
ἱκόμεθ᾽ , οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
108
οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτ᾽ ἀρόωσιν,
109
ἀλλὰ τά γ᾽ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
110
πυροὶ καὶ κριθαὶ ἠδ᾽ ἄμπελοι , αἵ τε φέρουσιν
111
οἶνον ἐριστάφυλον , καί σφιν Διὸς ὄμβρος ἀέξει.
112
τοῖσιν δ᾽ οὔτ᾽ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
113
ἀλλ᾽ οἵ γ᾽ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
114
ἐν σπέσσι γλαφυροῖσι , θεμιστεύει δὲ ἕκαστος
115
παίδων ἠδ᾽ ἀλόχων , οὐδ᾽ ἀλλήλων ἀλέγουσιν.
116
“νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
117
γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτ᾽ ἀποτηλοῦ,
118
ὑλήεσσ᾽ : ἐν δ᾽ αἶγες ἀπειρέσιαι γεγάασιν
119
ἄγριαι : οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
120
οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται , οἵ τε καθ᾽ ὕλην