Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
μουσάων Ἑλικωνιάδων ἀρχώμεθ᾽ ἀείδειν,
2
αἵθ᾽ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε
3
καί τε περὶ κρήνην ἰοειδέα πόσσ᾽ ἁπαλοῖσιν
4
ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
5
καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
6
ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο
7
ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο
8
καλούς ,
ἱμερόεντας :
ἐπερρώσαντο δὲ ποσσίν.
9
ἔνθεν ἀπορνύμεναι ,
κεκαλυμμέναι ἠέρι πολλῇ,
10
ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
11
ὑμνεῦσαι Δία τ᾽ αἰγίοχον καὶ πότνιαν Ἥρην
12
Ἀργεΐην ,
χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
13
κούρην τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
14
Φοῖβόν τ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
15
ἠδὲ Ποσειδάωνα γεήοχον ,
ἐννοσίγαιον,
16
καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ᾽ Ἀφροδίτην
17
Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
18
Λητώ τ᾽ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
19
Ἠῶ τ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
20
Γαῖάν τ᾽ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν