Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἵ γε μὲν ἐκ θεόφιν γενεή , θνητοῖς μέγ᾽ ὄνειαρ:
οἱ δ᾽ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν:
αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
πῆμα μέγα θνητοῖσι , κακῇ θυίουσιν ἀέλλῃ:
875
ἄλλοτε δ᾽ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
ναύτας τε φθείρουσι : κακοῦ δ᾽ οὐ γίγνεται ἀλκὴ
ἀνδράσιν , οἳ κείνῃσι συνάντωνται κατὰ πόντον:
αἳ δ᾽ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
ἔργ᾽ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
880
πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
δή ῥα τότ᾽ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
885
ἀθανάτων : δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν
πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
τέξεσθαι , τότ᾽ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
890
αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
τὼς γάρ οἱ φρασάτην , ἵνα μὴ βασιληίδα τιμὴν
ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι:
895
πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
αὐτὰρ ἔπειτ᾽ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
ἤμελλεν τέξεσθαι , ὑπέρβιον ἦτορ ἔχοντα:
ἀλλ᾽ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
900
ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.