Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν , τέκεν Ὥρας,
Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
αἳ ἔργ᾽ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
Μοίρας θ᾽ , πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
905
Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον , αἵτε διδοῦσι
θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους,
Ὠκεανοῦ κούρη , πολυήρατον εἶδος ἔχουσα,
Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ᾽ ἐρατεινήν:
910
τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
λυσιμελής : καλὸν δέ θ᾽ ὑπ᾽ ὀφρύσι δερκιόωνται.
αὐτὰρ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
τέκε Περσεφόνην λευκώλενον , ἣν Ἀιδωνεὺς
ἥρπασε ἧς παρὰ μητρός : ἔδωκε δὲ μητίετα Ζεύς.
915
μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα , τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
Λητὼ δ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,
920
γείνατ᾽ ἄρ᾽ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
λοισθοτάτην δ᾽ Ἥρην θαλερὴν ποιήσατ᾽ ἄκοιτιν:
δ᾽ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
μιχθεῖσ᾽ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
αὐτὸς δ᾽ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
925
δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
πότνιαν , κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,
Ἥρη δ᾽ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
γείνατο , καὶ ζαμένησε καὶ ἤρισε παρακοίτῃ,
ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
<Ἥρη δὲ ζαμένησε καὶ ἤρισε παρακοίτῃ.