Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐκ ταύτης δ᾽ ἔριδος μὲν τέκε φαίδιμον υἱὸν
Ἥφαιστον , φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων:
αὐτὰρ γ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
κούρῃ νόσφ᾽ Ἥρης παρελέξατο καλλιπαρήῳ,
...
ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνε᾽ ἐοῦσαν.
συμμάρψας δ᾽ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
δείσας , μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
κάππιεν ἐξαπίνης : δ᾽ αὐτίκα Παλλάδ᾽ Ἀθήνην
κύσατο : τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πὰρ κορυφὴν Τρίτωνος ἐπ᾽ ὄχθῃσιν ποταμοῖο.
Μῆτις δ᾽ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
ἧστο , Ἀθηναίης μήτηρ , τέκταινα δικαίων
πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τ᾽ ἀνθρώπων,
ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
ἀθανάτων ἐκέκασθ᾽ οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν,
[ αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης:]
σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε᾽ ἔχουσαν . >
930
Ἐκ δ᾽ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
Τρίτων εὐρυβίης γένετο μέγας , ὅστε θαλάσσης
πυθμέν᾽ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
ναίει χρύσεα δῶ , δεινὸς θεός . αὐτὰρ Ἄρηι
ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
935
δεινούς , οἵτ᾽ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
Ἁρμονίην θ᾽ , ἣν Κάδμος ὑπέρθυμος θέτ᾽ ἄκοιτιν.
Ζηνὶ δ᾽ ἄρ᾽ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
κήρυκ᾽ ἀθανάτων , ἱερὸν λέχος εἰσαναβᾶσα.
940
Καδμείη δ᾽ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν