Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μιχθεῖσ᾽ ἐν φιλότητι , Διώνυσον πολυγηθέα,
ἀθάνατον θνητή : νῦν δ᾽ ἀμφότεροι θεοί εἰσιν.
Ἀλκμήνη δ᾽ ἄρ᾽ ἔτικτε βίην Ἡρακληείην
μιχθεῖσ᾽ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
945
ἀγλαΐην δ᾽ Ἥφαιστος , ἀγακλυτὸς ἀμφιγυήεις,
ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ᾽ ἄκοιτιν.
χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
κούρην Μίνωος , θαλερὴν ποιήσατ᾽ ἄκοιτιν.
τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
950
ἥβην δ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
ἲς Ἡρακλῆος , τελέσας στονόεντας ἀέθλους,
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
αἰδοίην θέτ᾽ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
ὄλβιος , ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
955
ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
ἠελίῳ δ᾽ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
Αἰήτης δ᾽ υἱὸς φαεσιμβρότου Ἠελίοιο
κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
960
γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
γείναθ᾽ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
ὑμεῖς μὲν νῦν χαίρετ᾽ , Ὀλύμπια δώματ᾽ ἔχοντες,
νῆσοί τ᾽ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
965
νῦν δὲ θεάων φῦλον ἀείσατε , ἡδυέπειαι
Μοῦσαι Ὀλυμπιάδες , κοῦραι Διὸς αἰγιόχοιο,
ὅσσαι δὴ θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαι
ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο , δῖα θεάων,
970
Ἰασίων᾽ ἥρωι μιγεῖσ᾽ ἐρατῇ φιλότητι