Theogeny, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νειῷ ἔνι τριπόλῳ , Κρήτης ἐν πίονι δήμῳ,
ἐσθλόν , ὃς εἶσ᾽ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
πάντη : τῷ δὲ τυχόντι καὶ οὗ κ᾽ ἐς χεῖρας ἵκηται,
τὸν δ᾽ ἀφνειὸν ἔθηκε , πολὺν δέ οἱ ὤπασεν ὄλβον.
975
Κάδμῳ δ᾽ Ἁρμονίη , θυγάτηρ χρυσέης Ἀφροδιτης,
Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
Αὐτονόην θ᾽ , ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
κούρη δ᾽ Ὠκεανοῦ , Χρυσάορι καρτεροθύμῳ
980
μιχθεῖσ᾽ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
Γηρυονέα , τὸν κτεῖνε βίη Ἡρακληείη
βοῶν ἕνεκ᾽ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
Τιθωνῷ δ᾽ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
985
Αἰθιόπων βασιλῆα , καὶ Ἠμαθίωνα ἄνακτα.
αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
ἴφθιμον Φαέθοντα , θεοῖς ἐπιείκελον ἄνδρα.
τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ᾽ ἐρικυδέος ἥβης
παῖδ᾽ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
990
ὦρτ᾽ ἀναρεψαμένη , καί μιν ζαθέοις ἐνὶ νηοῖς
νηοπόλον νύχιον ποιήσατο , δαίμονα δῖον.
κούρην δ᾽ Αἰήταο διοτρεφέος βασιλῆος
Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
ἦγε παρ᾽ Αἰήτεω , τελέσας στονόεντας ἀέθλους,
995
τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος , ὀβριμοεργός.
τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο , πολλὰ μογήσας,
ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
Αἰσονίδης , καί μιν θαλερὴν ποιήσατ᾽ ἄκοιτιν.
1000
καί ῥ᾽ γε δμηθεῖσ᾽ ὑπ᾽ Ἰήσονι , ποιμένι λαῶν,